Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 9.244 Joseph. AJ 9.248 (English) >>Joseph. AJ 9.253

9.247δώδεκα γὰρ μυριάδες κατʼ ἐκείνην αὐτοῦ τὴν ἡμέραν ὑπὸ τῶν Ἰσραηλιτῶν ἀνῃρέθησαν, ὧν στρατηγὸς Ζαχάριν τὸν υἱὸν ἀπέκτεινεν ἐν τῇ συμβολῇ τοῦ βασιλέως Ἀχάζου Ἀμασίας ὄνομα, καὶ τὸν ἐπίτροπον τῆς βασιλείας ἁπάσης Ἐρκὰμ καὶ τὸν τῆς Ἰούδα φυλῆς στρατηγὸν Ἐλικὰν αἰχμάλωτον ἔλαβον, καὶ ἐκ τῆς Βενιαμίτιδος φυλῆς γυναῖκας καὶ παῖδας ἀπήγαγον, καὶ πολλὴν λείαν διαρπάσαντες ἀνεχώρησαν εἰς Σαμάρειαν. 9.248

Ὠδηδὰς δέ τις, ὃς κατʼ ἐκεῖνο καιροῦ προφήτης ὑπῆρχεν ἐν Σαμαρείᾳ, τῷ στρατῷ πρὸ τῶν τειχῶν ἀπαντήσας μεγάλῃ βοῇ τὴν νίκην αὐτοῖς οὐ διὰ τὴν οἰκείαν ἰσχὺν αὐτῶν ἐδήλου γενέσθαι, διὰ δὲ τὸν τοῦ θεοῦ χόλον, ὃν εἶχεν ἐπʼ Ἄχαζον τὸν βασιλέα. 9.249καὶ κατεμέμφετο τῇ μὲν εὐπραγίᾳ τῇ κατʼ αὐτοῦ μὴ ἀρκεσθέντας, ἀλλὰ τολμήσαντας τοὺς ἐκ τῆς Ἰούδα φυλῆς καὶ Βενιαμίτιδος συγγενεῖς ὄντας αἰχμαλωτίσαι. συνεβούλευέ τε αὐτοῖς ἀπολῦσαι τούτους εἰς τὴν οἰκείαν ἀπαθεῖς· ἀπειθήσαντας γὰρ τῷ θεῷ δίκην ὑφέξειν. 9.250 δὲ τῶν Ἰσραηλιτῶν λαὸς εἰς ἐκκλησίαν συνελθὼν ἐπεσκέπτετο περὶ τούτων. ἀναστὰς δέ τις Βαραχίας ὄνομα τῶν εὐδοκιμούντων ἐν τῇ πολιτείᾳ καὶ ἄλλοι μετʼ αὐτοῦ τρεῖς ἔλεγον οὐκ ἐπιτρέψειν τοῖς ὁπλίταις εἰσαγαγεῖν εἰς τὴν πόλιν, ἵνα μὴ πάντες ἀπολώμεθα ὑπὸ τοῦ θεοῦ· μόνον γὰρ ἀπόχρη τὸ πρὸς αὐτὸν ἡμᾶς ἐξαμαρτεῖν, ὡς οἱ προφῆται λέγουσιν, ἀλλὰ μὴ καινότερα τούτων ἀσεβήματα



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 9.244 Joseph. AJ 9.248 (English) >>Joseph. AJ 9.253

Powered by PhiloLogic